Καὶ εἰς
τοὺς ἐν τοῖς μνήμασι ζωὴν ἀεὶ χαρίσας.
Χριστὸς Ἀνέστη
ἐκ νεκρῶν, ἀγαλλιᾶσθε ζῶντες,
Εὐφραίνεσθε
οἱ ἐν τῇ γῇ, Ἀνάστασιν ἰδόντες.
Χριστὸς ἀνέστη,
ψάλλατε, Χριστὸς ὁ ζωοδότης,
Καὶ
πάντας συνανέστησεν, ὡς κραταιὸς Δεσπότης.
Πάσχα Κυρίου· χαίρετε·
Πάσχα τὸ λαμπροφόρον,
Χαίρετε, καὶ εὐφραίνεσθε,
λαοὶ ἀγαλλιᾶσθε,
Ἐν τῇ ἐγέρσει
τοῦ Χριστοῦ ψάλλατε καὶ καυχᾶσθε.
Ὑμνήσατε
τὸ ὄνομα Χριστοῦ μετ᾿ εὐφροσύνης,
Χορεύσατε
μετὰ χαρᾶς μεγάλης καὶ εἰρήνης.
Δοξάσατε,
Χριστιανοί, καὶ πάντες ἐπαινεῖσθε
Εἰς τὴν Ἀνάστασιν
Χριστοῦ, καὶ ἐξομολογεῖσθε.
Καισαρίου Δαπόντε
