Ἀπολυτίκιον ὑπὲρ διαφυλάξεως καὶ προστασίας τοῦ Ἔθνους ἡμῶν
ἐκ τῶν ἐπιβουλῶν τῶν ἰσχυρῶν τῆς γῆς
(ποίημα Ἰσιδώρας Ἁγιοϊεροθεϊτίσσης)
Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Βασιλεῦ τῆς εἰρήνης, παντοδύναμε Κύριε, σύντριψον ἐχθρῶν πολεμίων, τὰ κακότεχνα σχέδια· κατάβαλε τῆς γῆς τῶν ἰσχυρῶν, τὸ θράσος καὶ τὴν ἄνομον βουλήν, ἐξαιρέτως τῆς Ἑλλάδος διατηρῶν, τὴν ἐθνικήν ἑνότητα. Δόξα τῇ σῇ ἰσχύϊ κραταιέ, δόξα τῇ σῇ χρηστότητι· δόξα τῇ παναγάθῳ πρὸς ἡμᾶς, προνοίᾳ σου Φιλάνθρωπε.
Εἰς σωτηρίαν τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους ἀπὸ τὰς ἀθεϊστικὰς σκευωρίας.
Ἦχος δ´. Ταχύ προκατάλαβε.
Ταχὺ δέξαι, Δέσποινα, τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε, τῷ σῷ Υἱῷ καὶ Θεῷ, Κυρία πανάμωμε· λῦσον τὰς περιστάσεις, τῶν εἰς σέ προστρεχόντων, σκέδασον τὰς ἐνέδρας, καὶ τὰ θράση, Παρθένε, τῶν νῦν ἐφοπλιζομένων ἀθέων κατὰ τῶν δούλων σου.
Εἰς σωτηρίαν τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους ἀπὸ ποικίλους κινδύνους.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οἱ ἁμαρτήμασι πολλοῖς βαρυνθέντες, καὶ τὰς καρδίας καὶ ψυχὰς μολυνθέντες, ἐν συντριβῇ καρδίας Σοι προσπίπτομεν πιστῶς, ἄναρχε, ἀόρατε, ἐπουράνιε Πάτερ, συνάναρχε, συναΐδιε Λόγε, καὶ θεῖον Πνεῦμα, λύτρωσαι πάντας ἡμᾶς, ἐκ παντοίας ἀνάγκης καὶ περιστάσεως.
Ἀπολυτίκιον ὑπὲρ τῶν Ἀρχόντων τοῦ Ἔθνους.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.Ὡς τετοκυῖα τὸν Θεὸν τῶν ἁπάντων, ταῖς μητρικαῖς Σου πρὸς αὐτὸν ἱκεσίαις, Θεογεννῆτορ Κόρη Ἀειπάρθενε, χάριν ἐπουράνιον, φωτισμὸν καὶ εἰρήνην, σύνεσιν καὶ φρόνησιν, συμπαθῶς ἀεὶ δίδου, τοῖς ἄρχουσι τοῦ Ἔθνους ἡμῶν, σὴν γὰρ αἰτοῦμεν, ταχεῖαν ἀντίληψιν.

Εὐχὴ ὑπερ τοῦ Ἔθνους ἡμῶν
Ὕψιστε Βασιλεῦ, Θεὲ ἐπουράνιε, ἀληθινέ. Ὁ τὸν Ἰσραὴλ πρῴην ἐκλεξάμενος εἰς διακονίαν τῆς Σῆς οἰκονομίας καὶ εἰς ὑποδοχὴν τοῦ ἐλέους Σου, εἶτα δὲ τὸ εὐσεβὲς ἡμῶν γένος ἐν τῇ ἀπείρῳ συγκαταβάσει σου τιμήσας καὶ σκεῦος ἐκλογῆς τοῦτο καταστησάμενος καὶ ἐξ αὐτοῦ Πατέρας Ἁγίους καὶ Θεοφωτίστους καὶ Ἱεράρχας καὶ Ὁσίους τῇ ἀρετῇ στίλβοντας καὶ αἴγλῃ θείᾳ ἀπαστράπτοντας καὶ μάρτυρας λαμπροὺς καὶ πανενδόξους ἀναδείξας πρὸς καταυγασμὸν τῆς οἰκουμένης, ἵνα ὡς φῶς κατὰ τὸ λόγιον φαιδρύνωσι καὶ ζωοποιῶσι τὰς ψυχὰς καὶ ὡς ἅλας συντηρῶσι τοὺς λαοὺς ἀπὸ πάσης σήψεως καὶ φθορᾶς, καὶ πάσης τοῦ ἰοβόλου ὄφεως ψυχολέθρου ἐπιβουλῆς, Αὐτὸς Δέσποτα ἔπιδε ἱλέῳ ὄμματι ἐπὶ τὸ γένος τοῦτο τὸ τεταπεινωμένον καὶ εὐτελισμένον, τὸ τετραυματισμένον ἕως θανάτου ἐν ἄλγει θανάτου καὶ πᾶσαν κατ᾿ ἄνθρωπον ἐλπίδα ἀπολωλεκότος. Οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ Δέσποτα Κύριε πολυέλεε, οὐκ ἔστι παρὰ τῷ λαῷ Σου ἄρχων θεοσεβὴς καὶ προφῆται ἀληθεῖς τοῦ διδάσκειν καὶ παιδεύειν τὸν λαὸν καὶ τὴν νεότητα, οὐκ ἔστιν ἡγούμενος εὐσθενὴς τοῦ προστῆναι ἐν πάσαις ταῖς ἀνάγκαις καὶ τοῖς κινδύνοις καὶ ταῖς χρείαις ἡμῶν.
Πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. Πάντες τῇ Βαὰλ καὶ τῷ Μολὼχ σπονδὰς προσφέρουσιν ἀφθόνως καὶ τρίβους ἀλλοτρίας τῆς Χάριτος ἐξελέξαντο καὶ πάντες ὡς πρόβατα λελωβημένα καὶ τυφλογενῆ ἐπλανήθησαν.
Οὐκ ἔστιν ἄρχων, οὐ προφήτης, οὐ κριτὴς τοῦ λαοῦ Σου καὶ ἡγούμενος τῆς δεξιᾶς Σου.
Θέατρον ἐγενήθημεν τῷ κόσμῳ, πάντων περίψημα ἕως ἄρτι.
Ἀλλ᾿ ἐξακολουθοῦμεν ἐν ὅλῃ καρδίᾳ καὶ φοβούμεθά Σε καὶ Σὲ ὁμολογοῦμεν καὶ πιστεύομεν, καὶ ἐκζητοῦμεν τὸ πρόσωπόν Σου, Κύριε Ὕψιστε, Τρισάγιε, Εὐλογητέ.
Ἐπίφανον Δέσποτα τὸ πρόσωπόν Σου, ἐπίφανον, καὶ σωθησόμεθα.
Ἐξεγέρθητι ὡς ὁ ὑπνῶν καὶ δίωξον ἐκποδὼν πάντας τοὺς θλίβοντας ἡμᾶς, ὡς σκότος καὶ ὀλίσθημα ποιῶν καὶ φυγαδεύων τὴν παράνοιαν καὶ σκοτόμαιναν αὐτῶν.
Θοῦ αὐτούς, Δέσποτα Παντοκράτορ, ὡς τροχόν, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου· ὡσεὶ πῦρ, ὃ διαφλέξει δρυμόν, ὡσεὶ φλόξ, ἣ κατακαύσει ὄρη, οὕτω καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου, καὶ ἐν τῇ ὀργῇ σου συνταράξεις αὐτούς.
Ποίησον δὲ μεθ᾿ ἡμῶν ὡς τάχος σημεῖον εἰς ἀγαθόν, ἀνάλαβε ἐν τοῖς μεταφρένοις Σου τὸν λαόν Σου. Ὡς ὄρνις ἐπιποθεῖ ἐπὶ τὰ νοσία αὐτῆς σκέπασον ἡμᾶς, περιτείχισον δι᾿ Ἀγγέλων φωτοειδῶν τὴν ζωὴν ἡμῶν, καθοδήγησον εἰς ὁδὸν ἀγαθήν, ποίησον μεθ᾿ ἡμῶν κατὰ τὴν ἐπιείκειάν Σου καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους Σου, ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιά Σου, Κύριε, καὶ δὸς δόξαν τῷ ὀνόματί Σου, καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοῖς δούλοις σου κακά. Καὶ πάντα τὰ σκάνδαλα τούτων συντριβείη καὶ πᾶσα ἡ ἰσχὺς καὶ ἡ ὀφρὺς αὐτῶν ταπεινωθείη, καὶ γνώτωσαν ὅτι Σὺ εἶ Κύριος Θεὸς Μέγας, Θεὸς μόνος, Ὕψιστος Τρισοφαὴς ὑπερούσιος, ἔνδοξος καὶ προσκυνητὸς ἐπὶ πᾶσαν τὴν γῆν.
Ἀνάδειξον, Δέσποτα, θαυμαστῶς, ἀνάδειξον ἡγέτας καὶ ποιμένας τοῦ λαοῦ Σου, σωφρόνισον τὴν νεότητα, σύμπνοιαν καὶ ὁμοφροσύνην καὶ συμψυχίαν τῷ λαῷ Σου ἄνωθεν κατάπεμψον.
Ὡς ἂν ὁ νιφετὸς ἐπισκέπτηται ἐν Χάριτι τὴν ξηράν, καὶ ἡ δρόσος ἐπικάμπτει ἐξ οὐρανοῦ καὶ ζωογονεῖ τὴν γῆν.
Σὺ εἶ ἡ ὁδός, ἡ ἀλήθεια καὶ ἡ ζωή. Σὺ εἶ ἡ ἐλπὶς ἡμῶν, σὺ εἶ τὸ Α καὶ τὸ Ω, τὸ κράτος καὶ ἡ βασιλεία τοῦ σύμπαντος κόσμου.
Σὺ εἶ ὁ ποιῶν θαυμάσια μόνος, Οὗ ἐν τῇ χειρὶ ἡ πνοὴ πάντων τῶν ὄντων.
Σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς Σὺ αὐθωρεὶ πανσθενουργῶς καταπραΰνεις καὶ τὴν φλόγα τοῦ πυρὸς καὶ τὸν ῥοῖζον τοῦ ὀλέθρου, Σὺ ἐν ριπῇ τοῦ βλέμματός Σου ἀκινητεῖς.
Ποῦ εἰσὶ τὰ ἐλέη Σου τὰ ἀρχαῖα, Κύριε; Ἃ ἔδωκας τῷ λαῷ Σου καὶ τῇ κληρονομίᾳ Σου;
Ἐπίφανον τὸ πρόσωπόν Σου καὶ σωθησόμεθα.
ὰς πατροπαραδότους, τιμαλφεῖς καὶ περιπύστους παραδόσεις ἀποκατάστησον ἐν ταῖς καρδίαις ἡμῶν, τιμιότητα, φιλεργίαν, νομοταγίαν, συνεργασίαν, φειδώ, ἐλεημοσύνην καὶ πᾶσαν ἀρετὴν ἔμπνευσον καὶ ἐγκαθίδρυσον ἐν ταῖς καρδίαις ἡμῶν.
Εἰρηναῖον βίον, προκοπὴν ἐν παντί, πίστιν, εὐσέβειαν, σωφροσύνην, λατρείαν τῆς Σῆς ἀγαθότητος, θεοσέβειαν εἰλικρινῆ, δικαιοσύνην, ὁσιότητα,
ἵνα ἐν ὑμνωδίαις λιγηραῖς αἰνέσωμεν τὴν ἀγαθότητά Σου ἐν πανηγύρει λαμπρᾷ περὶ τὸ πανένδοξον Θυσιαστήριόν Σου μετὰ τῶν Ἁγίων Σου καὶ πάντων τῶν ψυχῶν τῶν εὐαρεστησάντων Σοι.
Ἀμήν.