Μόνη αὕτη χαρά ἐστιν, τέλος δὲ αὐτῆς Βασιλεία Οὐράνιος.
Ἐγένετο ἡ Χάρις σου ἐν καρδίᾳ τοῦ δούλου σου φῶς καὶ χαρά, γλυκυτέρα ὑπὲρ μέλι καὶ κηρίον ἐν τῷ στόματι οἰκέτου σου.
Ἐγένετο ἡ Χάρις σου ἐν τῇ ψυχῇ τοῦ δούλου σου ὡς θησαυρός, ἐπλούτισε τὴν πτωχείαν, ἐδίωξε τὴν πενίαν καὶ σαπρίαν.
Ἐγένετο ἡ Χάρις σου, τοῦ δούλου σου καταφυγὴ καὶ δύναμις, ἀντίληψις καὶ ὕψωμα καὶ καύχημα, ἐδέσματα πάσης ζωῆς.
Πῶς σιγήσῃ ὁ δοῦλός σου, Δέσποτα, ἐκ τῆς πολλῆς ἡδύτητος τῆς σῆς ἀγάπης καὶ χάριτος;
Καὶ πῶς πάλιν ἀποτολμῶ ἀποκλεῖσαι τὰ κύματα τῆς Χάριτος τὰ βρύοντα ἐν καρδίᾳ ἁμαρτωλοῦ, πλήρη ὄντα γλυκύτητος ἐν τοῖς πολλοῖς χαρίσμασι;
Ψαλῶ δόξαν τῷ Δεσπότῃ τῶν οὐρανίων, τῷ δώσαντι θεράποντι τὰ ἴδια χαρίσματα οὐράνια διὰ πολλῶν χαρισμάτων.
Μεγαλυνῶ τὴν Χάριν σου, Χριστὲ Σῶτερ· ἐν τῷ γὰρ μεγαλύνειν, μεγαλύνομαι ἐν αὐτῇ.
Ὁ πόθος σου ἑλκύει με πρὸς σέ, Σωτήρ, τὸ καύχημα τῆς ζωῆς μου.
Ἡ Χάρις σου γλυκαίνει μου τὴν διάνοιαν ἑλκυσθῆναι ὀπίσω σου.
Γενέσθω σοι ἡ καρδία μου γῆ ἀγαθή, δεχομένη σπόρον καλόν, καὶ δροσίσῃ ἡ Χάρις σου εἰς αὐτὴν δρόσον ζωῆς αἰωνίου.
Θερίσῃ δὲ ἡ Χάρις σου δραχμὴν καλὴν ἀπὸ τῆς γῆς τῆς καρδίας, κατάνυξιν, προσκύνησιν, ἁγιασμόν, τὰ ἀρεστά σοι πάντοτε.
Ἐπίστρεψον ψυχήν μου εἰς τὴν μάνδραν παραδείσου τῆς τρυφῆς σὺν προβάτῳ εὑρεθέντι. Εὑρεθείη ἡ ψυχή μου ἐν τῷ φωτί. Ἀμήν.
Ἐφραίμ τοῦ Σύρου
