26.4.14

Ευχή Ζωοδόχου Πηγής


ΕΥΧΗ  ΖΩΟΔΟΧΟΥ  ΠΗΓΗΣ

Παναγία Δέσποινα Θεοτόκε, ἡ μόνη καθαρωτάτη καὶ ἀμόλυντος, ἡ μόνη κατοικητήριον ὅλη γενομένη τῆς ὅλης Χάριτος, ἀῤῥήτως εὐαρεστήσασα τῷ Παντεπόπτη, κἀντεῦθεν καὶ αὐτὰς τὰ ἀΰλους καὶ πυρφόρους Ἀγγελικὰς δυνάμεις ἀσυγκρίτως ὑπερβᾶσα τῇ ἀστραπῇ τῆς δόξης σου, ἐπιδε, σοῦ δεόμεθα, Ὑπερευλογημένη, καὶ ἐφ᾿ ἡμᾶς τοὺς δούλους σου, τοὺς ἐναγεῖς καὶ ῥερυπωμένους καὶ ἀσθενεῖς καὶ ὀλισθήσαντας.

Κάθαρον τὴν ἐμπαθῆ ἡμῶν διάνοιαν, διόρθωσον τοὺς πεπλανημένους λογισμούς, ῥύθμισον τὰς τῆς ψυχῆς δυνάμεις εἰς ἁρμονίαν καὶ εὐαρέστησιν, ἐλευθέρωσον πάσης τυραννούσης ἡμᾶς συνηθείας καὶ πάσης προλήψεως καὶ αἰχμαλωσίας.

Στῆσον πᾶσαν ῥοπὴν ἐφάμαρτον τῆς ψυχῆς, πάντα σκοτασμὸν ἐμπαθῆ τῆς καρδίας, πᾶσαν ἐνέργειαν ἐπαχθῆ τῶν ἀοράτων ἐχθρῶν, καὶ δώρησαι πᾶσιν ἡμῖν τὴν θεοχαρίτωτον νῆψιν καὶ διάκρισιν καὶ πᾶσαν χαρμόσυνον καὶ  Ἀναστάσιμον ἀρετὴν.

Ὡς δὲ ἐπήγασας πάντα τὰ ἀγαθὰ τῷ γένει τῶν ἀνθρώπων διὰ τοῦ τόκου σου, οὕτω καὶ ἡμῖν πήγασον φιλευσπλάγχνως ταῖς ψυχαῖς καὶ τοῖς σώμασι τὴν ἄνωθεν εὐλογίαν, ὑγείαν, καθαρότητα λογισμῶν καὶ αἰσθήσεων, εὐδίαν ψυχῆς, συγκρότησιν πνεύματος, εὐγενεῖς ἀνατάσεις πρὸς οὐρανὸν τὸν πολυπόθητον.

Ἵνα τοῦ ζόφου τῆς ἀγνωσίας καὶ πλάνης ἀπαλλαγέντες, ἐῤῥαντισμένοι ὕδατι καθαρῷ τῆς σῆς ζωηῤῥύτου πηγῆς καὶ δωρεᾶς, καταξιωθῶμεν δοξάζειν καὶ ἀνυμνεῖν ἐν παῤῥησίᾳ καὶ γηθοσύνῃ, ἐν ὑγείᾳ καὶ θαλερότητι καὶ εὐεξίᾳ καὶ ῥώσει ψυχῆς τε καὶ σώματος, Σὲ τὴν μόνην ἀληθῆ Μητέρα τοῦ ἀκτίστου φωτός, τὴν χώραν τοῦ ἀχωρήτου καὶ τρισηλίου κάλλους, τὴν ἀξιομακάριστον.

Ὅτι μόνη σὺν αὐτῷ καὶ δι᾿ αὐτοῦ εὐλογημένη καὶ δεδοξασμένη ὑπάρχεις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.