4.5.13

κατά την επιστροφήν του Επιταφίου





Ἐπανερχόμενοι δὲ ἀπὸ τῆς περιφορᾶς, ἔμπροσθεν τῶν κεκλεισμένων θυρῶν τοῦ Ναοῦ ὁ Ἱερεὺς ἀπαγγέλλει:
Κοντάκιον Ἀναστάσιμον.
Ἦχος βαρύς. Οὐκέτι φλογίνη ῥομφαία.
Οὐκέτι τὸ κράτος τοῦ θανάτου, ἰσχύσει κατέχειν τοὺς βροτούς· Χριστὸς γὰρ κατῆλθε συντρίβων, καὶ λύων τὰς δυνάμεις αὐτοῦ· δεσμεῖται ὁ ᾅδης, Προφῆται συμφώνως ἀγάλλονται· Ἐπέστη, λέγοντες, Σωτήρ, τοῖς ἐν σκότει· ἐξέρχεσθε οἱ πιστοὶ εἰς τὴν ἀνάστασιν.
Καὶ τοῦτο προλαβὼν Προφητάναξ ὁ Δαυῒδ ἔφη·

ὁ Ἱερεύς· Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης.

ὁ ὑποκρινόμενος·  Τίς ἐστιν οὗτος ὁ Βασιλεὺς τῆς δόξης;

ὁ Ἱερεύς· Κύριος κραταιὸς καὶ δυνατός, Κύριος δυνατὸς ἐν πολέμῳ.
Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης.

ὁ ὑποκρινόμενος· Τίς ἐστιν οὗτος ὁ Βασιλεὺς τῆς δόξης;

ὁ Ἱερεύς· Κύριος κραταιὸς καὶ δυνατός, Κύριος δυνατὸς ἐν πολέμῳ.

ὁ ὑποκρινόμενος· Πύλας χαλκᾶς καὶ μοχλοὺς σιδηροὺς ἀπ᾿αἰῶνος κατέχω. Ψυχὰς αἰχμαλώτους καὶ δεσμίους κέκτημαι ἀδηφαγῶς. Τῷ κέντρῳ τῆς ἁμαρτίας καὶ τοῦ θανάτου ἐκδειματοῦμαι καὶ καθυποτάσσω ἅπαντας εἰς αἰώνιον νεῖκος. Οὐ στέργω. 

ὁ Ἱερεύς· Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης.

ὁ ὑποκρινόμενος· Τίς ἐστιν οὗτος ὁ Βασιλεὺς τῆς δόξης;

ὁ Ἱερεύς· Κύριος τῶν δυνάμεων. Αὐτός ἐστιν ὁ Βασιλεὺς τῆς δόξης.

ὁ ὑποκρινόμενος· Ὢ πυλωροί μου, διαπεφωνήκαμεν. Κατῃσχύνθημεν εἰς τέλος. Κατελύθημεν. Ἐκποδών ἐγενόμεθα ὁλοτελῶς. Ἠφανίσθημεν ὁλοσχερῶς. Ἰδού, Βασιλεὺς τῆς δόξης ὁ Ἐσταυρωμένος, ὁ Χριστός.  


Εἶτα λαμβάνει μετὰ δέους καὶ ἀπείρου εὐλαβείας τὸ Σῶμα τοῦ Κυρίου Ἰησοῦ
καὶ ἐπιθέτων αὐτὸ ἐπί τῆς κεφαλῆς αὐτοῦ ἐκφωνεῖ:


ὁ Ἱερεύς·  Πρόσχωμεν. Εἰρήνη πᾶσι. Σοφία.

Καὶ εἰσέρχεται εἰς τὸν Ναὸν καὶ τὸ Θεῖον Βῆμα ψάλλων εὐκρινῶς καὶ εὐτόνως:

Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾋδην ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον. Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.