Μετὰ ἀπὸ ἕναν μικρὸ ἢ μεγάλο καύσωνα, ἐπακολουθοῦν ἄνεμοι.Καὶ οἱ ἄνεμοι εὐνοοῦν τοὺς ἐμπρηστὲς καὶ φέρνουν τὶς φοβερὲς δασικὲς καταστροφές.
Μὰ τότε,
Γιατὶ δὲ λαμβάνουμε ἐγκαίρως μέτρα;;
Ἡ Πολιτεία τὴν ἐντονότατη ἐπαγρύπνηση.
Ἐμεῖς τὴ συντονότατη προσευχή!
. Ἀκολουθία εἰς Ἐμπρησμούς Δασῶν
Δέσποτα Πολυέλεε καὶ Φιλάνθρωπε, ὁ Φῶς οἰκῶν ἀπρόσιτον, ὁ Μεγαλουργός καὶ Παντοκράτωρ, ὁ Ὑπεράγιος ὡς πῦρ καταναλίσκον καὶ ἅμα Ἐλεήμων καὶ Παρακλήτωρ ὡς φωνή αὔρας λεπτῆς, ὁ Ἰσχυρός, ὁ Ζῶν, ὁ πᾶσαν διακρατῶν καὶ διακυβερνῶν τὴν Οἰκουμένην, ἔπιδε, Σοῦ δεόμεθα, ἱλέῳ ὄμματι ἐπί τὸ Ἔθνος τοῦτο, τὸ ἠρημωμένον ἐκ τῶν ἐμπρησμῶν καὶ κατάπαυσον τὴν θεομηνίαν ταύτην, ἥν αἱ ἁμαρτίαι ἡμῶν προεκάλεσαν.
Ἴδε τὴν ταλαιπωρίαν καὶ τὸν ἐναγώνιον ὀδυρμόν τῶν δούλων σου. Κάμφθητι πρὸς τοὺς στεναγμούς καὶ τὰς ἀπεγνωσμένας ἡμῶν καρδίας. Ἐπίβλεψον οἰκτιρμόνως ἐπί τοὺς κεκαυμένους καὶ εἰς ἔρημον δεινῶς μεταστραφέντας χλοερούς τὸ πρότερον τόπους. Πρόσχες ἐπί τὰ πετεινά ταῦτα τοῦ οὐρανοῦ καὶ ἐπί τὰ ζωα τοῦ δρυμοῦ, τὰ καλά λίαν ἔργα τῶν χειρῶν Σου.
Ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται, ὁ διακόπτων τῇ φωνῇ Σου φλόγα πυρός, ὁ ἀνοίγων τὴν χεῖρα Σου καὶ ἐμπιπλῶν τοῖς σύμπασι χρηστότητα καὶ εὐδοκίαν, ὁ διδούς τροφήν πάσῃ σαρκί, τοῖς θηρίοις τῶν ὀρέων, ταῖς ἐλάφοις τῶν κοιλάδων, τοῖς λαγῳοῖς τῶν πετρῶν καὶ τοῖς νεοσσοῖς τῶν κοράκων καὶ περί πᾶσαν μεριμνῶν καὶ προνοῶν καὶ ζωογονῶν τὴν Οἰκουμένην.
Ἐξαπόστειλον τὸν Λόγον Σου, Δέσποτα, καὶ στῆσον τὴν μάστιγα. Πνεύσει τὸ Πνεῦμά Σου καὶ ῥυήσονται ὕδατα. Ὡς ὄμβρος εἰρηνικός ἐπ’ἄγρωστιν καὶ ὡσεί νιφετός, οἷα σποδός πάσσοντος, ἐπί χόρτον, οὕτω καταβήτω εφ’ἡμᾶς καὶ τὴν πλᾶσιν ἅπασαν τὸ ἔλεός Σου. Καὶ βλαστησάτω τοίνυν ἡ γῆ βοτάνην χόρτου ὡς τάχιστα καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν. Καὶ ἐξανθήσει καὶ ὑλοχαρήσει τῇ σῇ Χάριτι καὶ εὐμενείᾳ τὰ ἔρημα τοῦ Ἰορδάνου καὶ ἀγαλλίασιν οἱ βουνοί αὖθις περιζώσονται. Καὶ ἀναβήσεται μυρσίνη καὶ κυπάρισσος, ἄρκευθοι ἀειθαλλεῖς καὶ κέδρα τοῦ Λιβάνου.
Ότι Σὺ ὑπάρχεις προσκυνητός καὶ ὑπεράγαθος, ἐλπίς καὶ εὐεργέτης τῆς ζωῆς ἡμῶν, καὶ Σοί τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀπολυτίκιον εἰς κατάπαυσιν ἐμπρησμῶν.
Ἦχος πλ. α´. Τὸν Συνάναρχον Λόγον.
ὑπό Χαραλ.Μπούσια
Βρέμων πῦρ ἀναλίσκον καθάπερ φρύγανα ἡμῶν πατρίδος τὰ δάση σύ πανσθενῇ δεξιᾷ σβέσον, Σῶτερ πολυέλεε Φιλάνθρωπε, θείας Μητρός σου προσευχαῖς ὑπό βάτου ἐν Σινᾷ ἀφλέκτως τῆς καιομένης, προτυπουμένης, καὶ αὔραις ἁγιασμοῦ σου πάντας δρόσισον.
Ἀπολυτίκια εἰς κατάπαυσιν ἐμπρησμῶν.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
ὑπὸ Γερασίμου Μικραγιαννανίτου
Ὡς συλλαβοῦσα καὶ τεκοῦσα ἀφλέκτως τὴν ὑπερκόσμιον καὶ ἄστεκτον φλόγα, τῷ καθ᾿ ἡμᾶς Παρθένε ὁμοιώματι, ἄνωθεν ἀνάστειλον τῇ ταχεῖᾳ ῥοπῇ σου, πῦρ τὸ ἐν τῷ κλήρῳ σου, χαλεπῶς νῦν ἐνσκῆψαν, καὶ ἀπειλοῦν δεινὴν καταστροφήν, ἐπὶ παντὸς χλοεροῦ ἀναστήματος.
Ἀκατασχέτως δι᾿ ὑλῶν δασυσκίων, πυρκαϊὰ ἡ ἐξαφθεῖσα χωροῦσα, τὴν τῶν δασῶν λυμαίνεται ὑπόστασιν· ἀλλ᾿ ἡμῶν ὡς ἔφορος καὶ θερμὴ προστασία, δρόσῳ τῆς προνοίας σου ταύτην σβέσον εἰς τέλος, ἵνα καὶ νῦν ὡς πάντοτε Ἁγνὴ τὴν πρὸς ἡμᾶς σου ὑμνῶμεν προμήθειαν.
Ἀπολυτίκιον τῶν Ἁγίων Τριῶν Παίδων καὶ τοῦ Προφήτου Δανιήλ. Ἦχος β´.
Μεγάλα τὰ τῆς πίστεως κατορθώματα! ἐν τῇ πηγῇ τῆς φλογός, ὡς ἐπὶ ὕδατος ἀναπαύσεως, οἱ Ἅγιοι τρεῖς Παῖδες ἠγάλλοντο· καὶ ὁ Προφήτης Δανιήλ, λεόντων ποιμήν, ὡς προβάτων ἐδείκνυτο. Ταῖς αὐτῶν ἱκεσίαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

Ἕτερα ὑπὸ Γερασίμου Μικραγιαννανίτου:
Κάθισμα
Ἦχος β´. Πρεσβεία θερμή.Πηγὴ δαψιλής, πλουσίας ἀγαθότητος, Παρθένε Ἁγνή, ἡ πρὸς Θεὸν μεσίτρια· ταχὺ ἡμῖν βοήθησον, καὶ πυρὸς τὴν ὁρμὴν ἀναχαίτισον, τοῦ ἐμπιπρῶντος ἅπαν χλοερόν, καὶ πάντα εἰς τέφραν μεταβάλλοντος.
Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.
Τῶν παθῶν τὰς καμίνους ἑαυτοῖς διακαύσαντες, καὶ τὴν φλόγα τῆς ὀργῆς τοῦ Θεοῦ ἡμῶν θήξαντες, ἐταζόμεθα χαλεπῶς δεινοῖς ἐν ἐμπρησμοῖς, ἀλλὰ δράμωμεν ὦ ἀδελφοί, ἐν μεταγνώσει ἀληθεῖ, τῇ Θεοτόκῳ κράζοντες· Ῥᾶνον ἡμῖν Παρθένε, τὰ ῥεῖθρα τῆς σῆς εὐνοίας, ἡ ἐν παντὶ ὡς Ἀγαθή, προστατεύουσα τῆς ποίμνης σου.
Προσόμοιον.
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.Βάτε ἀκατάφλεκτε, ἣν ὁ Μωσῆς προεώρα, ἡ τὸ πῦρ τὸ ἄστεκτον, ἐν ἀγκάλαις φέρουσα, μετὰ σώματος, εὐμενῶς πρόστηθι, ὡς πάλαι καὶ ἤδη, τῶν θερμῶς ἀνακειμένων σοι, καὶ τὸ σὸν ὄνομα, ἐπιβοωμένων ἐκ πίστεως, Ὑπεραγία Δέσποινα, καὶ πυρκαϊὰν τὴν ὀλέθριον, τὴν ἀποτεφροῦσαν, δασώδεις χλοανθεῖς περιοχάς, τῇ πρὸς ἡμᾶς σου χρηστότητι, ὁλικῶς περίστειλον.
Μεγαλυνάρια
Ἦχος πλ. δ´.
Θρόνε ἡλιόμορφε τοῦ Θεοῦ, Ὑπέραγνε Κόρη, ἐνσκηψάσης πυρκαϊᾶς, πρόφθασον καὶ ῥῦσαι, τὴν εὐαγῆ σου ποίμνην, θερμῶς ἀνακειμένην, τῇ προστασίᾳ σου.
Χαῖρε τῶν Ἀγγέλων ἡ χαρμονή· χαῖρε τῶν ἀνθρώπων, ἡ σωτήριος προσφυγή· χαῖρε τῶν πιστῶν σὺ κηδεμονεὺς γλυκεῖα, καὶ ἔφορος καὶ σκέπη, Θεοχαρίτωτε.
Πῦρ ἡ δεξαμένη ἐν τῇ γαστρί, τῆς Ὑπερουσίου, Θεαρχίας ὑπερφυῶς, σβέσον Θεοτόκε, τῇ αὔρᾳ τῆς σῆς δόξης, φλόγα πυρὸς ἀφθεῖσαν, τῇ κληρουχίᾳ σου.
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Δέξαι Θεομῆτορ εὐμενῶς, τὰς ἱκετηρίους δεήσεις, ἃς ἐκ βαθέων ψυχῆς πίστει ἀναπέμπομεν τῇ σῇ χρηστότητι, καὶ πυρὸς πάντα φλέγοντος, ἀνακεχυμένου, ἐν τῇ κληρουχίᾳ σου, παῦσον τὸ ὅρμημα· σὺ γὰρ ἀῤῥαγὴς προστασία, καὶ ἐν συμφοραῖς καὶ κινδύνοις, πέλεις βοηθὸς ἡμῶν σωτήριος.
βλέπε καὶ Παρακλητικὸν Κανόνα τοῦ Γερασίμου: http://akolouthies.files.wordpress.com/2010/07/epi_emprismois.pdf
..